TLG 1178 001 :: 〈ARESAS〉 :: Fragmentum

〈ARESAS〉 Phil., vel Aesara
(3 B.C.)

Fragmentum

Source: Thesleff, H. (ed.), The Pythagorean texts of the Hellenistic period. Åbo: Åbo Akademi, 1965: 48–50.

Citation: Page — (line)

48

(20t)

Περὶ ἀνθρώπω φύσεως
21Stob. 1.49.27 p. 355 Wa. (Mullach 2 p. 51) Ἀρεσᾶ Πυθαγορείου Λευκανοῦ
ἐκ τοῦ Περὶ ἀνθρώπω φύσεως. Φύσις ἀνθρώπω κανών μοι δοκεῖ νόμω48

49

τε καὶ δίκας ἦμεν καὶ οἴκω τε καὶ πόλιος. ἴχνια γὰρ ἐν αὑτῷ στιβα‐ ζόμενος εὕροιτό κά τις καὶ μαστευόμενος· νόμος γὰρ ἐν αὐτῷ καὶ δίκα ἁ τᾶς ψυχᾶς ἐστι διακόσμασις. τριχθαδία γὰρ ὑπάρχοισα ἐπὶ τριχθαδίοις ἔργοις συνέστακε· γνώμαν καὶ φρόνασιν ἐργαζόμενος 〈ὁ νόοσ〉 καὶ
5ἀλκὰν καὶ δύναμιν 〈ἁ θύμωσισ〉 καὶ ἔρωτα καὶ φιλοφροσύναν ἁ ἐπιθυμία. καὶ οὕτω συντέτακται ταῦτα ποτ’ ἄλλαλα πάντα, ὥστε αὐτᾶς τὸ μὲν κράτιστον ἁγέεσθαι, τὸ δὲ χεῖρον ἄρχεσθαι, τὸ δὲ μέσον μέσαν ἐπέχεν τάξιν, καὶ ἄρχεν καὶ ἄρχεσθαι. ταῦτα δ’ οὕτως ἐμάσατο κατὰ λόγον ὁ θεὸς ἔν τε ἐκτυπώσει καὶ ἐξεργασίᾳ τῶ ἀνθρωπίνω σκάνεος, ὅτι
10μόνον ἄνθρωπον ἐνοήσατο νόμω τε καὶ δίκας ἐπιδέκτορα γενέσθαι καὶ οὐδὲν ἄλλο τῶν θνατῶν ζῴων. οὔτε ἐξ ἑνὸς σύσταμα κοινωνίας γένοιτό κα, οὔτε μὰν ἐκ πλειόνων, ὁμοίων δὲ τούτων (ἀνάγκα γάρ, ἐπεὶ τὰ πράγματα διαφέροντά ἐντι, καὶ τὰς ἐν ἁμῖν μοίρας τᾶς ψυχᾶς διαφόρους ἦμεν, ὥσπερ καὶ ἐπὶ τοῦ σώματος ὁράσιος καὶ ἀκοᾶς καὶ
15γεύσιος καὶ ὀσφράσιος· οὐ γὰρ πάντα ποτὶ πάντα τὰν αὐτὰν ἔχει συν‐ αρμογάν), οὐδὲ μὰν ἐκ πλειόνων μὲν καὶ ἀνομοίων, τῶν τυχόντων μάν τοι γε, ἀλλὰ τῶν ποττὰν τῶ ὅλω συστάματος ἐκπλήρωσιν καὶ σύνταξιν καὶ συναρμογὰν τευχόντων· οὐ μόνον δὲ ἐκ πλειόνων καὶ ἀνομοίων καὶ τῶν ἐς τὸ ὅλον καὶ τέλεον τυχόντων, ἀλλὰ καὶ αὐτῶν τούτων οὐκ
20εἰκαίως καὶ ὡς ἔτυχε συνταχθέντων, ἀλλὰ μετά τινος νόμω καὶ ἔμφρονος ἐπιστασίας. αἴ τε γὰρ τὰν ἴσαν ἐφέροντο μοῖραν καὶ δυνάμιος καὶ τιμᾶς, ἀνόμοια ἐόντα καὶ τὰ μὲν χείρονα τὰ δὲ κάρρονα τὰ δὲ μέσα, οὔ κα
ἐδύνατο ἁ κατὰ ψυχὰν τῶν μερέων κοινωνία συναρμοσθῆμεν· αἴ τε49

50

ἀνίσαν, μὴ τὰ κάρρονα δὲ τὰν μείζονα μοῖραν ἐφέρετο, ἀλλὰ τὰ χείρονα, πολλά 〈κα〉 ἀφροσύνα καὶ ἀταξία περὶ τὰν ψυχὰν ὑπᾶρχεν· αἴ τε τὰ κάρρονα μὲν τὰν μείζονα, τὰ χερείονα δὲ τὰν μείονα, μὴ ποτὶ λόγον δὲ ἕκαστον τούτων, οὔ κα ἐδύνατο ὁμόνοια καὶ φιλία καὶ δικαιότας
5ἦμεν περὶ τὰν ψυχάν, ἐπεὶ ὧ ἕκαστον ἓν ποτὶ λόγον συντέτακται τὸν ἁρμόζοντα, τὸ τοιοῦτον φαμὶ ἐγὼ δικαιότατα ἦμεν. καὶ μὰν ὁμόνοιά τις καὶ ὁμοφροσύνα ὀπαδεῖ τᾷ τοιαύτᾳ διατάξει. τὸ δὲ τοιοῦτον δικαίως κα λέγοιτο εὐνομία ἦμεν τᾶς ψυχᾶς, ἅτις ἐκ τῶ ἄρχεν μὲν τὸ κάρρον, ἄρχεσθαι δὲ τὸ χέρειον κράτος ἐπιφέροιτο τᾶς ἀρετᾶς. καὶ φιλία δὲ
10καὶ ἔρως καὶ φιλοφροσύνα σύμφυλος καὶ συγγενὴς ἐκ τούτων ἐξεβλάσ‐ τασε τῶν μερέων. συμπείθει μὲν γὰρ ὁ νόος ὁραυγούμενος, ἔραται δὲ ἁ ἐπιθυμία, ἁ δὲ θύμωσις ἐμπιπλαμένα μένεος, ἔχθρᾳ ζέουσα φίλα γίγνεται τᾷ ἐπιθυμίᾳ. ἁρμόσας γὰρ ὁ νόος τὸ ἁδὺ τῷ λυπηρῷ συγκατα‐ κρεόμενος καὶ τὸ σύντονον καὶ σφοδρὸν τῷ κούφῳ μέρει τᾶς ψυχᾶς καὶ
15διαχυτικῷ· ἕκαστόν τε ἑκάστω πράγματος τὰν σύμφυλον καὶ συγγενέα προμάθειαν διαμεμέρισται, ὁ μὲν νόος ὁραυγούμενος καὶ στιβαζόμενος τὰ πράγματα, ἁ δὲ θύμωσις ὁρμὰν καὶ ἀλκὰν ποτιφερομένα τοῖς ὁραυγασ‐ θεῖσιν· ἁ δὲ ἐπιθυμία φιλοστοργίᾳ συγγενὴς ἔασσα ἐφαρμόζει τῷ νόῳ ἴδιον περιποιουμένα τὸ ἁδὺ καὶ τὸ σύννοον ἀποδιδοῦσα τῷ συννόῳ
20μέρει τᾶς ψυχᾶς. ὧνπερ ἕκατι δοκέει μοι καὶ ὁ βίος ὁ κατ’ ἀνθρώπως ἄριστος ἦμεν, ὅκκα τὸ ἁδὺ τῷ σπουδαίῳ συγκατακραθῇ καὶ ἁδονὰ τᾷ ἀρετᾷ. ποθαρμόξασθαι δ’ αὐτὰ ὁ νόος δύναται, παιδεύσιος καὶ ἀρετᾶς
ἐπήρατος γενόμενος.50